loading...
ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ -15 Μαΐου 2022 - ΑΠΟΣΤΟΛΟΣ (Πράξ. θ΄, 32-42)

Εν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς.  Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Εκεῖνες τίς μέρες, περνώντας ὁ Πέτρος ἀπ΄ ὅλες αὐτές τίς ἐκκλησίες, κατέβηκε καί στούς χριστιανούς πού κατοικοῦσαν στή Λύδδα. Ἐκεῖ βρῆκε κάποιον ἄνθρωπο πού λεγόταν Αἰνέας. Αὐτός ἦταν ὀχτώ χρόνια κατάκοιτος, ἐπειδή ἦταν παράλυτος. Ὁ Πέτρος τοῦ εἶπε: «Αἰνέα σέ γιατρεύει ὁ Ἰησοῦς Χριστός. Σήκω καί στρῶσε τό κρεβάτι σου». Κι αὐτός ἀμέσως σηκώθηκε. Ὅλοι ὅσοι κατοικοῦσαν στή Λύδδα καί στόν Σάρωνα τόν εἶδαν καί δέχτηκαν τόν Ἰησοῦ γιά Κύριό τους. Στήν Ἰόππη ἦταν μία μαθήτρια πού τήν ἔλεγαν Ταβιθά - στά ἑλληνικά σημαίνει «Δορκάδα». Αὐτή εἶχε κάνει πολλές ἀγαθοεργίες καί ἐλεημοσύνες. Ἐκεῖνες τίς μέρες συνέβη νά ἀρρωστήσει καί νά πεθάνει. Τήν ἔλουσαν, λοιπόν, καί τήν ἔβαλα στό ἀνώγειο. Ἡ Λύδδα ἦταν κοντά στήν Ἰόππη, καί, ὅταν οἱ μαθητές ἄκουσαν ὅτι ὁ Πέτρος ἦταν ἐκεῖ,  τοῦ ἔστειλαν δύο ἄντρες καί τόν παρακαλοῦσαν νά πάει σ΄ αὐτούς ὅσο γίνεται πιό γρήγορα. Αὐτός ξεκίνησε καί πῆγε μαζί τους. Μόλις ἔφτασε, τόν ἀνέβασαν στό ἀνώγειο. Ἀμέσως τόν περικύκλωσαν ὅλες οἱ χῆρες κλαίγοντας καί δείχνοντάς του τά ροῦχα πού εἶχε φτιάξει γι΄ αὐτούς ἡ Δορκάδα ὅσο ζοῦσε. Ὁ Πέτρος τότε τούς ἔβγαλε ὅλους ἔξω, γονάτισε καί προσευχήθηκε. Κατόπιν γύρισε στή νεκρή καί τῆς εἶπε: «Ταβιθά, σήκω πάνω». Αὐτή ἄνοιξε τά μάτια της, κι ὅταν εἶδε τόν Πέτρο ἀνασηκώθηκε. Ὁ Πέτρος τῆς ἔδωσε τό χέρι του καί τή σήκωσε. Ὕστερα φώναξε τούς πιστούς καί τίς χῆρες καί τούς τήν παρουσίασε ζωντανή. Αὐτό ἔγινε γνωστό σ΄ ὅλη τήν Ἰόππη, καί πολλοί πίστεψαν στόν Κύριο.

Loading
© 2011 - 2022 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΙΤΙΟΥ.
Made by